ψαλμος 20


Psa. 20:1 ¶         Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Psa. 20:2         Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς
καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Psa. 20:3         τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ
καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.
διάψαλμα.
Psa. 20:4         ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος,
ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
Psa. 20:5         ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ,
μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
Psa. 20:6         μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου,
δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν·
Psa. 20:7         ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος,
εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Psa. 20:8         ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον
καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ.
Psa. 20:9         εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου,
ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
Psa. 20:10         θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·
κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς,
καὶ καταφάγεται αὐτοὺς πῦρ.
Psa. 20:11         τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς
καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,
Psa. 20:12         ὅτι ἔκλιναν εἰς σὲ κακά,
διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι.
Psa. 20:13         ὅτι θήσεις αὐτοὺς νῶτον·
ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Psa. 20:14         ὑψώθητι, κύριε, ἐν τῇ δυνάμει σου·
ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

ὁ λογος τουτου ψαλμου εν 3 εστιν. Κυριος εδωκα βασιλει την επιθυμιαν της ψυχης αυτου και θελησιν των χειλεων.  τουτος εστιν τινος τῳ κυριῳ απο Δαυιδ.  εστιν ὁ βασιλευς ὅς δοξαζει τον κυριον.  4-8 εισιν αιτιαι του τινου.  ὁ κυριος εχει χρηστοτα εις Δαυιδ.  εδωκα αυτῳ στεφανον εκ λιθου τιμου.  εδωκα ζωην και πολλας ἡμερας.  με σαλευθῃ Δαυιδ ελπιζει γαρ επι κυριον.  9-13 λαλουσιν τῶν εχθρῶν.  οι εχθροι και μισουντες  Δαυιδ κριθησονται υπερ θεου.  καταφαγεται αυτους πῦρ.  εν τελει εστιν τινος.  ὁ κυριος εστιν ὑψιστος εν δυναμει αυτου.  αξιος εστιν ᾄσομεν γαρ και ψαλοῦμεν αυτον εις αιωνον.

ευχαριστω σοι, κυριε μου αξιος γαρ εἶ.  τί θεος ει μη σὐ ;  τί εσωσεν με ει μη σὐ ;  ευφραινω εν χαριτι θεου.  ουκ ειμι δικαοις κατα νομον αλλα κατα δικαιοσυνην Ιησοῦ Χριστοῦ, κατα σαρκα και αἷμα αυτου.  ουκ κυριος εστιν ὡς Ιησους Χριστος.  εδωκεν εαυτον και απεθανεν υπερ εμου. ω βαθος πλουτου και σοφιας και γνωσεως θεου.  απεκολυψεν εαυτον εν Ιησου Χριστῳ.  ενεκα τουτου προσκυνεω σε, κυριε.
αλεξανδρος.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s